Ancient Greek
Κ.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 513
Not analysed yet
513. ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν Κωκυτός τε †)τὸ ἑξῆς, ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε καὶ Κωκυτὸς ῥέουσι· τὸ δε σχῆμα καλεῖται προδιαζευγμένον, ὅταν τὸ μεταξὺ δύο ὀνομάτων ἑνικῶν πληθυντικὸν τεθῇ ῥῆμα· τοῦτο καλεῖται Ἀλκμανικὸν οὐχ ὅτι’ Ἀλκμὰν πρῶτος αὐτῷ ἐχρήσατο, ἀλλ’ ὅτι πολύ ἐστι παρ’ αὐτῷ, οἷον Κάστωρ ὠκέων πώλων ἐλατῆρες καὶ Πολυδεύκης. ὅμοιον δέ ἐστι τὸ σχῆμα εἰ δὲ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων (Υ 138) καὶ ἔνθα ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος (Ε 774) HQ. cf. Ar. ad Υ 138, ubi citatur noster versus, et Ε 774.