Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 1-2
Not analysed yet
(1) Ἐν τῇδε τῇ συντάξει, τὸν ἀριθμὸν οὔσῃ δευτέρᾳ, πειράσομαι, προγράφων περὶ οὖ ἐστιν ὁ λόγος ζῴου ὄνομα, προσυποτάσσειν τούτῳ ὅσα τὸ προταχθὲν ζῷον μόρια κέκτηται, εἶτα περὶ τῆς ὀχείας αὐτοῦ καὶ πόσους κύειν δύναται μῆνας, περί τε τῆς ἐκτέξεως ποῖα καὶ πόσα ὑπομένει τίκτειν βρέφη· ἐπὶ πᾶσι δὲ τίς ὁ βίος τοῦ προγραφέντος ζῴου καὶ ποῖον τὸ ἦθος καὶ πόσα δύναται ζῆν ἔτη. τοῦτο δὲ ἐπειράσθην ποιῆσαι, ἵνα μὴ διῃρημένην ἐν πολλοῖς τὴν ὑπὸ Ἀριστοτέλους περὶ ζῴων πραγματείαν ἐπιπορεύῃ, συνηγμένην δὲ ὁμοῦ πᾶσαν τὴν ἐφ᾿ ἑνὶ ἑκάστῳ ζῴῳ ἱστορίαν ἔχῃς.