Ancient Greek · ~3 min
2 to 4
Aristophanes of Byzantium, Historiae Animalium Epitome 2-2-4
Not analysed yet
(2) Ἐπεὶ οὖν ἅ μὲν τῶν ζῴων ζῳοτοκεῖ, ἂ δὲ ᾠοτοκεῖ, ἅ δὲ σκωληκοτοκεῖ, πειράσομαι μὲν ἐν τούτῳ περὶ μόνων τῶν ζῳοτοκούντων τὸν λόγον ποιήσασθαι, ἀρξάμενος ἀπὸ τῶν πολυσχιδῶν, ἐχομένως δὲ περὶ τῶν διχηλῶν, εἶτα περὶ τῶν μωνύχων, ἐπὶ πᾶσι δὲ δηλώσω καὶ περὶ τῶν σελαχωδῶν λεγομένων ἰχθύων, ἐπειδὴ καὶ αὐτοὶ δοκοῦσι ζῳοτοκεῖν, ἀλλ᾿ οὐκ ᾠοτοκεῖν. (3) ἐν δὲ ταῖς ἐχομέναις ταύτῃ δυσὶ συντάξεσι περὶ τῶν ᾠοτοκούντων ὁμοιοειδῶς τούτοις τὸν λόγον ποιήσομαι, τὴν ἀρχὴν λαβὼν ἀπὸ τῶν ἐνύδρων, τὸ δὲ τῶν σκωληκοτοκούντων εἶδος ὡς λεπτὸν καὶ ἀσθενὲς καὶ οὐκ ἄξιον ἱστορίας παραιτήσομαι. (4) Ἐπειδὴ δὲ ὁ ἄνθρωπος περιττότερος τῶν ἄλλων ζῴων ὑπάρχει καὶ ἔστι πολυσχιδής, ἀρκτέον ἀπὸ τούτου.