Ancient Greek · ~9 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 120
Not analysed yet
(120) Οὐκ ἄν ποτε ῥᾳδίως ἐνέδρα τοὺς ἐλέφαντας λάθοι. ὅταν οὖν γένωνται τῆς τάφρου πλησίον ἢν εἰώθασιν |ὑπορύττειν οἱ θηρῶντες αὐτούς, εἴτε ἐννοίᾳ τινὶ φυσικῇ εἴτε μαντικῇ ναὶ μὰ Δία ἀπορρήτῳ τοῦ μὲν περαιτέρω χωρεῖν ἀναστέλλονται, ἑαυτοὺς 〈δὲ〉 ἐπιστρέψαντες εἶτα μέντοι ὡς ἐν πολέμῳ ἀνθίστανται μάλα καρτερῶς, καὶ ἀνατρέψαι πειρῶνται τοὺς θηρευτὰς καὶ δι᾿ αὐτῶν ὠσάμενοι φυγῇ πορίσασθαι τὴν σωτηρίαν, κρείττους γενόμενοι τῶν ἀντιπολεμίων. γίνεται τοίνυν ἐνταῦθα τοῦ καιροῦ μάχη χαρτερὰ καρτερὰ καὶ φόνος καὶ τῶν καὶ τῶν. ὁ μέντοι τρόπος τῆς μάχης τοιόσδε· οἱ μὲν ἄνθρωποι δόρατα ἰσχυρὰ λόγχας ἀφιᾶσι στοχαζόμενοι αὐτῶν, οἱ δὲ ἐλέφαντες τὸν παραπεσόντα ἁρπάζουσι, καὶ τῇ γῇ προσαράξαντες πατοῦντές τε καὶ τοῖς κέρασι τιτρώσκοντες οἰκτίστῳ περιβάλλουσι τῷ τέλει καὶ ἀλγεινοτάτῳ. ἐπίασι δὲ οἱ θῆρες ὑπὸ τοῦ θυμοῦ τὰ ὧτα ἐκπεταννύντες ὡς ἱστία δίκην τῶν στρουθῶν τῶν μεγάλων, αἵπερ οὖν τὰς πτέρυγας ἁπλώσασαι ἢ φεύγουσιν ἢ ἑστᾶσιν. ἐπισιμώσαντες δὲ καὶ τὴν προβοσκίδα οἱ ἐλέφαντες καὶ ὑπὸ τοῖς κέρασι πτύξαντες ὥσπερ οὖν νεὼς ἔμβολον σὺν πολλῷ τῷ ῥοθίῳ φερομένης ἐμπεσόντες τε ῥύμῃ σφοδροτάτῃ πολλοὺς ἀνατρέπουσι βοῶντες διάτορόν τε καὶ ὀξὺ δίκην σάλπιγγος. πατουμένων δὲ τῶν ἁλισκομένων καὶ ἀλοωμένων τοῖς γόνασιν, ἄραβος πολὺς τῶν ὀστέων συντριβομένων ἀκούεται καὶ πόρρωθεν, τὰ πρόσωπα δὲ ἐκθλιβομένων τῶν ὀφθαλμῶν καὶ τῆς ῥινὸς συνθλωμένης καὶ ῥηγνυμένου τοῦ μετώπου τὸ ἐναργὲς τοῦ εἴδους ἀπόλλυσι, καὶ ἀγνῶτες γίνονται πολλάκις καὶ τοῖς ἐγγυτάτω προσήκουσι. σώζονται δὲ παραδόξως ἄλλοι τὸν τρόπον τοῦτον. συνείληπται μὲν ὁ θηρατής, ὑφ᾿ ὁρμῆς δὲ τὸ θηρίον ὑπερῆλθεν αὐτόν, καὶ τὰ γόνατα εἰς τὴν γῆν ἐπήρεισε, καὶ προσκατέπηξε τὰ κέρατα εἰς θάμνον ἢ εἰς ῥίζαν ἢ εἰς ἄλλο τι τοιοῦτον, καὶ ἔχεται, καὶ μόγις ἀνασπᾷ καὶ ἐξαίρει. ἐν δὲ τῷ τέως διεκδὺς ὁ κυνηγέτης ἀπαλλάττεται. οὐκοῦν ἐν τῇ τοιαύτῃ μάχῃ πολλάκις μὲν κρατοῦσιν οἱ ἐλέφαντες, πολλάκις δὲ καὶ ἡττῶνται δείματα ἐξ ἐπιβουλῆς καὶ δέα ποικίλα ἐπαγόντων. καὶ γὰρ σάλπιγγες ᾄδουσι, καὶ δοῦπόν τε καὶ κτύπον ἐργάζονται καὶ πρὸς τὰς ἀσπίδας |ἀράττοντες τὰ δόρατα καὶ πῦρ τὸ μέν τι ἐπὶ τῆς γῆς ἐξάπτοντες τὸ δὲ ὑψοῦ μετέωρον αἴροντες, καὶ ἄλλο σφενδονῶντες καὶ δαλοὺς διαπύρους ἀκοντίζοντες καὶ δᾷδας μακρὰς πυρὸς ἐνακμάζοντος τοῖς θηρίοις κατὰ προσώπου βιαίως ἐπισείοντες. ἅπερ οὖν τὰ θηρία δεδιότα καὶ σκοπούμενα ὠθεῖται ἔστιν ὅτε καὶ ἐκνικᾶται ἐκπεσεῖν εἰς τὴν τάφρον ἥν τέως ἐφυλάττοντο.