Ancient Greek
12 to 22
Aristophanes of Byzantium, Historiae Animalium Epitome 12-22
Not analysed yet
(12) λεπιδωτὰ δὲ εἴρηται πάντα τὰ τῶν ἰχθύων γένη ἔξω τῶν σελαχίων. (13) φολιδωτὰ δέ ἐστιν ὅ τε σαῦρος καὶ ἡ σαλαμάνδρα καὶ ἡ χελώνη καὶ ὁ κροκόδειλος καὶ τὸ τῶν ὄφεων πᾶν γένος. ταῦτα δὲ λέγεται κατά τινας καιροὺς τὸ γῆρας ἐκδύεσθαι· ὁ δὲ κροκόδειλος φωλεύει μὲν τοὺς χειμεριωτάτους μῆνας τέσσαρας κατὰ γῆς κρυπτόμενος, τὸ δὲ γῆρας οὐκ ἐκδύεται, καθάπερ οὐδὲ ἡ χελώνη. (14) μώνυχα δέ ἐστιν ἵππος καὶ ὄνος ὀρεὺς καὶ εἴ τι ἄλλο· τούτους δὲ συμβέβηκε καὶ λοφούρους κεκλῆσθαι. (15) διχηλὸς δέ ἐστι κάμηλος ἔλαφος σῦς βοῦς δόρκων καὶ εἴ τι ἄλλο· οἷς καὶ συμβέβηκεν ἐν τοῖς ὀπισθίοις ποσὶν ἀστραγάλους ἔχειν. (16) πολυσχδῆ δὲ ὅ τε κύων λέων μῦς καὶ εἴ τι ἄλλο· οἷς καὶ συμβέβηκε κεῖν. (17) στεγανόποδα δὲ λέγεται ἅμα καὶ πλατυώνυχα κύκνος χὴν πελεκὰν καὶ τὸ τῶν νηττῶν πᾶν γένος· οἷς καὶ συμβέβηκε φιλύδροις εἶναι. (18) δερμόπτερος δὲ ἡ νυκτερίς, ἥ τις μόνη τῶν πτητικῶν ζῳοτοκεῖ καὶ γάλα ἔχει ἐν τοῖς μαστοῖς καὶ θηλάζει εὐθέως τὸ γεννώμενον. (19) κολεόπτερος δὲ καλεῖται ὅ τε κάνθαρος καὶ ἡ μηλολόνθη καὶ εἴ τινα ἄλλα. (20) πτιλωτὰ δὲ κατωνόμασται |μέλιττα σφὴξ τέττιξ καὶ εἴ τι τῶν ἀκρίδων καὶ μυιῶν καὶ ἀττελάβων γένος. ταῦτα δὲ καὶ ἄναιμα συμβέβηκεν εἶναι. (21) πτερωτὰ δὲ ἀλεκτρυὼν καὶ τὰ ἄλλα δὲ τὰ γινωσκόμενα πᾶσι. (22) γαμψώνυχα δὲ εἴρηται ὅσα τῶν πτερωτῶν τὴν ἐπιρρυγχίδα γεγάμψωκεν ὑπὸ τὴν γένυν, οἷός ἐστιν ὅ τε ἀετὸς καὶ ὁ ἱέραξ καὶ κέγχρη ἄλλα τε τὰ μὴ πίνοντα.