Ancient Greek
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 23
Not analysed yet
(23) τῶν δὲ πτερωτῶν ὀρνίθων ἃ μέν ἐστιν εἴδη νυκτερινὰ ἃ δὲ ἡμερινά, καὶ ἃ μὲν θαλάσσια ἃ δὲ ποτάμια ἃ δὲ ἡμερινὰ μὲν οὖν ἐστι τὰ πᾶσι φαινόμενα καθ’ ἡμέραν, νυκτερινὰ δὲ γλαὺξ ἐλεὸς βόας νυκτικόραξ αἰγωλιὸς σκώψ, θαλάσσια δὲ ἀλκυὼν αἴθυια λάρος χαραδριὸς καταρράκτης κέπφος κίγκλος. ὁπὲρ δὲ τοῦ βίου τούτων καὶ τῆς μορφῆς καὶ καθόλου τῶν ἄλλων ὀρνίθων ἐν τῷ τετάρτῳ δηλώσω.