Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 121
Not analysed yet
(121) Ἐλέφαντι ἡμέρῳ πωλευτής τις ἧν καὶ εἶχε γυναῖκα ἀφηλικεστέραν μέν, πλουσίαν δέ. οὐκοῦν ἑτέρας ἐρῶν καὶ τὰ τῆς συνοικούσης σπεύδων ἐκείνης γίνεσθαι, ταύτην μὲν ἀποπνίγει καὶ τῆς τοῦ ἐλέφαντος φάτνης κατορύττει πλησίον ὁ ἀθεσμόβουλος ἄνθρωπος, ἄγεται μὴν τὴν ἄλλην. ἐνταῦθα οὖν ὁ ἐλέφας τῇ προβοσκίδι λαβόμενος τὴν νεωστὶ ἀφιγμένην ἄγει τῆς νεκρᾶς πλησίον, καὶ τοῖς κέρασιν ἀνορύξας καὶ γυμνώσας τὸ σῶμα, ἃ εἰπεῖν οὐκ ἐδύνατο, ταῦτα ἐπιδεικνύει δι᾿ αὐτῶν τῶν ἔργων, τὴν γυναῖκα τὸν τρόπον τοῦ γήμαντος αὐτὴν ἐκδιδάσκων ὁ μισοπόνηρος ἐλέφας.