Ancient Greek
145 to 150
Aristophanes of Byzantium, Historiae Animalium Epitome 145-150
Not analysed yet
(145) ἔστι δὲ τῶν λεόντων γένη δύο, ὧν ὁ μὲν στρογγυλώτερος καὶ οὐλοτριχώτερος δειλός ἐστιν, ὁ δὲ μακρὸς καὶ εὔθριξ ἀνδρεῖος. (146) τῶν δὲ δηχθέντων ὑπὸ λέοντος οἱ ἐπίδεσμοι πλυνόμενοι οὐδέποτε ἀνιᾶσι τὸν ἰχῶρα. (147) ἔστι δὲ καὶ τῶν ἀνόσων ζῴων ὁ λέων. (148) χρᾶται δὲ τῇ βρώσει λάβρως ὥστε ὅλα καταπίνειν μέλη· εἶτα διὰ τὴν λαβρότητα ἔστιν ὅτε μὴ φαγὼν διαλείπει ἡμέρας τρεῖς. ἔστι δὲ καὶ τῶν ὀλιγοποτούντων· διὸ καὶ τὸ περίττωμα προΐεται διὰ τρίτης ἡμέρας ἐσφαιρωμένον· προίεται δὲ καὶ φῦσαν δριμεῖαν καὶ οὖρον ὀσμὴν ἔχον σαπράν. (149) γίνονται δὲ οἱ πλεῖστοι τῶν λεόντων μεταξὺ τοῦ Νέσου καὶ Ἀχελῴου ποταμοῦ. (150) βιοῖ δὲ ὅσα καὶ ὁ κύων ζῶν ἔτη δεκαοκτώ.