Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 5
Not analysed yet
(5) ὁ μὲν οὖν Ἀριστοτέλης χάριν τοῦ μηδὲν παριδεῖν ἐπὶ πολὺ περὶ τούτου ἐν τῷ πρώτῳ τῶν Ἱστοριῶν ἐκλελάληκε, πρῶτον μὲν διαιρῶν εἰς τὰ ἀξιολογώτατα μέρη τὸν ἄνθρωπον, εἶτα ταῦτα τέμνων εἰς μόρια, οἷον οὕτως· κεφαλή ἐστι |τὸ ἐπὶ τῷ f. 335v αὐχένι ἐπικείμενον, μόρια δὲ ταύτης βρέγμα, κορυφή, ἰνίον καὶ τἆλλα· καὶ πρόσωπόν ἐστι τὸ ὑπὸ τὸ κρανίον ὑποκείμενον, μέρη δὲ αὐτοῦ ῥίς, ὦτα, σιαγόνες καὶ τὰ ἄλλα. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν λοιπῶν πεποίηκε καὶ τὰ μέλη εἰς μέρη τέμνων ὑποδεικνύειν πειρᾶται.