Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 21
Not analysed yet
(21) Ἡ δὲ καρδία κεῖται μὲν παρὰ τὸν ἀριστερὸν μαστόν, τοῖς δ᾿ ἄλλοις ζῴοις ἐν μέσῳ πᾶσι κεῖται, ἔστι δὲ στρογγυλωτέρα τῶν ἄλλων, καὶ ἔχει τὸ ὀξὺ αὐτῆς ἔμπροσθεν. ἔχει δὲ ἐν αὐτῇ, φησί, κοιλίας τρεῖς, ἀλλ᾿ οὐ καθάπερ οἱ πολλοὶ ἔφασαν τῶν ἰατρῶν δύο, ὧν τὴν μὲν μεγίστην ἐν τοῖς δεξιοῖς, τὴν δὲ ἐλαχίστην ἐν τοῖς ἀριστεροῖς, σύμμετρον δὲ τὴν μέσην. κάτωθεν δὲ ἐκ τῆς προσφύσεως τῆς καρδίας κατὰ μὲν τὴν μεγίστην αὐτῆς κοιλίαν, λέγω δὴ τὴν ἐν τοῖς δεξιοῖς, προσήρτηται ἡ μεγάλη λεγομένη φλέψ, κατὰ δὲ τὴν μέσην αὐτῆς κοιλίαν προσήρτηται ἡ καλουμένη ἀορτὴ φλέψ.