Ancient Greek
22 to 26
Aristophanes of Byzantium, Historiae Animalium Epitome 22-26
Not analysed yet
(22) φέρουσι δὲ καὶ εἰς τὸν πνεύμονα πόροι λεπτοὶ ἀπὸ τῆς καρδίας, καὶ σχίζονται κατὰ πάντα τὸν πνεύμονα, οἵτινες τῇ καρδίᾳ, ὡς προεῖπον, διαδιδόασι τὸ πνεῦμα. ἔχει δὲ ἐν ἑκάστῃ κοιλίᾳ ἡ καρδία αἷμα πολὺ καὶ παχύ, λεπτότατον δέ ἐστι τὸ ἐν τῇ μέσῃ. (23) Ο δὲ πνεύμων προσήρτηται μὲν τῇ ῥάχει, νεύει δὲ μᾶλλον εἰς τὰ ἀριστερά, ὅμοιος δέ ἐστι κατὰ τὸ κύρτωμα βοείῳ. οὔτε πολυσχιδής ἐστιν οὔτε λεῖος, ἀλλὰ πολλὰς ἀνωμαλίας ἐν ἑαυτῷ ἔχων κινεῖται συνεχῶς. πῇ μὲν γὰρ διίσταται, πῇ δὲ συστέλλεται, ὅθεν καὶ ἀθεράπευτος· τῇ γὰρ πυκνοτέρᾳ κινήσει ἐναντία πᾶσα θεραπεία ἐπ᾿ αὐτοῦ. (24) ἔχει δὲ ἐν ἑαυτῷ αἷμα πλεῖστον. οἱ δὲ νομίζοντες αὐτὸν εἶναι κενὸν διηπάτηνται θεωροῦντες τοὺς ἐξαιρουμένους ἐκ τῶν ἱερείων κενοὺς αἵματος, οὐ γινώσκοντες δ᾿ ὅτι ὑπὸ τὴν σφαγὴν ἐκκρίνεται ἐξ αὐτῶν τὸ αἷμα. (25) ὑπὸ δὲ τὸν |πνεύμονά ἐστι τὸ διάζωμα· οἱ δὲ διάφραγμα, ἄλλοι δὲ φρένας. προσαγορεύουσιν· ὑμὴν νευρώδης. καὶ πρὸς μὲν τὰς πλευρὰς ἀμφοτέρας καὶ τὸ ὑποχόνδριον καὶ τὴν ῥάχιν συνηρτημένος ἐστίν, ἐν μέσῳ δὲ ἔχων λεπτά. (26) ὑπὸ δὲ τοῦτο ἐν τοῖς δεξιοῖς κεῖται τὸ ἧπαρ, τῷ σχήματι στρογγύλον μᾶλλον καὶ οὐ μακρόλοβον, τὸ δὲ ποσάλοβόν ἐστιν οὐκ ἔτι εἴρηκεν ὁ Ἀριστοτέλης. καὶ ἐπὶ μὲν πολλῶν φησιν οὐκ ἔχον ἐφ᾿ ἑαυτῷ χολὴν τεθεώρηται, ἀλλὰ παρὰ τῷ ἐντέρῳ· ἐπὶ δὲ ὀλίγων τοῦτο ὦπται. ἐκ δὲ τῶν εὐωνύμων σπλὴν μέλας, λεπτός, ἄνισος, πλατύς.