Ancient Greek · ~3 min
238 to 243
Aristophanes of Byzantium, Historiae Animalium Epitome 238-243
Not analysed yet
(238) 0ἱ λύκοι μὲν οὖν, ὁπότε δύο ἢ καὶ πλείονες μίαν διαρπάσουσιν αἶγα, διαιροῦνται κατ’ ἰσότητα πρὸς ἀλλήλους, καὶ ἄδικος οὕτω θήρα δικαίας τυγχάνει νομῆς. (239) νοσοῦντι δὲ λύκῳ καὶ ἀπορουμένῳ τροφῆς τὸν χοῦν αὐτῷ λέγεται γίνεσθαι βρῶσιν, καὶ τοῦτον ἐσθιόντα διαζῆν, καθάπερ ἄρα καὶ ἄγρωστιν μὲν οἱ κύνες, ἔλαφος δὲ τὸν ὄφιν. θηρᾷ δ’ ἔγχελυν ἀετός, ὕαινα δὲ σκύλακα καὶ ἀσπίδα μὲν ὁ ἰχνεύμων, τὸν βάτραχον δὲ οἱ κόκνοι. (240) ἔστι μέντοι ὁ λύκος φίλος τῷ ψιττακῷ. (241) δέδοικε δὲ τὸ τῆς σκίλλης ἄνθος, καὶ ἐντυχών, δαιμονίοις τισὶ σπασμοῖς κυλινδεῖται· ταύτῃ τοι καὶ ἀλώπηξ ὑπὸ σκίλλαν κατευνηθεῖσα τῶν φοβούντων αὐτὴν ἀνεῖται . (242) Λύκου δ’ ὀδόντα τις ἐξαψάμενος τοῦ αὐχένος, ἀδεῶς ἂν τοῖς ὁμοφύλοις ἐντύχῃ θηρίοις. (243) πρὸς ὕπνον δ’ ἂν αὐτὸν ἐκκαλέσειας, φρύνου τὴν ὠμοπλάτην ἐπὶ χεῖρας ἔχων.