Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 27-2
Not analysed yet
(27) Οἱ δὲ νεφροὶ πρὸς τῇ ῥάχει κεῖνται, ὅμοιοι τοῖς ὑείοις, ἀνωτέρω δὲ ὁ δεξιὸς κεῖται, καὶ ψαύει ἄκρου τοῦ ἥπατος, καὶ ἐλάττω πιμελὴν ἔχει. ἔχουσι δὲ καὶ κοιλίαν ἐν ἑαυτοῖς. ἐκ δὲ τῶν κοιλιῶν τούτων καθήκουσιν εἰς τὴν κύστιν πόροι, δύο μὲν νεανικοί, ἄλλοι δὲ λεπτοὶ φλεβώδεις, καὶ ἐξήρτηνται φλέβες μέγεθος ἔχουσαι. τῷ δὲ ἐκ τῆς κύστεως τραχήλῳ συνήνωται τὸ αἰδοῖον, ἐκ δὲ τούτου ὄρχεις ἐν ὀσχέῳ κεῖνται.