Ancient Greek · ~1 min
28 to 29
Aristophanes of Byzantium, Historiae Animalium Epitome 28-2-29
Not analysed yet
(28) Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν τῇ θηλείᾳ πέφυκε πάντα τὰ αὐτὰ καὶ παραπλήσια· διαφέρει δὲ οὐδὲν ἢ ταῖς ὑστέραις. (29) ἔστι δὲ ἡ φύσις τῆς ὑστέρας νευρώδης, ὀλίγην σαρκὸς μοῖραν ἔχουσα ἐντός· ἡ δὲ θέσις αὐτῆς μεταξὺ. ἀρχοῦ καὶ κύστεως, μικρὸν ὑπεράνω τῆς ἤβης· τὸ δὲ σχῆμα αὐτῆς ἐκ τῶν ὑπογραφῶν τῶν ἐν ταῖς ἀνατομαῖς θεωρεῖται.