Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 30
Not analysed yet
(30) συγκινεῖται δὲ ὁ τράχηλος τῆς μήτρας τῇ διανοίᾳ καθάπερ καὶ τὸ τοῦ ἀνδρὸς αἰδοῖον πρὸς τὰς ἐπιθυμίας ἀναχωροῦν, ἄνω καὶ κάτω. ἔστι δὲ ὅτε καὶ ἀπροαιρέτως καὶ εἰς τὰ δεξιὰ καὶ εἰς τὰ εὐώνυμα ἀναβαίνει οὐ μόνον ὁ τράχηλος αὐτῆς, ἀλλὰ καὶ τὸ ὅλον κύτος· εἰσὶ δὲ αἷς καὶ ἀνεδιπλώθη καὶ πρὸς τὴν ἐπιφάνειαν ἧλθεν. ἀλλὰ περὶ μὲν τῶν μορίων τῶν ἐντὸς καὶ ἐκτὸς ὡς ἐν ἐπιδρομῆς μέρει ἐπὶ τοσοῦτόν μοι ἐπιτετροχάσθω.