Ancient Greek · ~1 min
303 to 304
Aristophanes of Byzantium, Historiae Animalium Epitome 303-304
Not analysed yet
(303) αἱ γοῦν τούτων θήλειαι ἀκατάσχετοί εἰσι καὶ ἐπίφοροι πρὸς τὴν μίξιν, πρότεραί τε τοὺς ἄρρενας εἰς τοῦτο διερεθίζουσι. (304) πλὴν οὖτος μὲν οὐ πάνυ τι δι’ ἔχθρας γίνεται τοῖς μυσίν· ἄλλος δέ τίς ἐστιν ἄγριος, ὅς νύχιον μὲν ὑφίσταται πλάνον, ἀνθρώποις δὲ προστυχὼν ἐφαλλόμενος αὐτῶν τοῖς προσώποις ἀμόσσει.