Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 305
Not analysed yet
(305) ἔχει δὲ τοὺς ὀφθαλμοὺς ὁ θὴρ συμπάσχοντας τῇ σελήνῃ καὶ ὅπως αὕτη διάκειται δηλοῦσιν οὖτοι τῷ βουλομένῳ· ἡβῶσα μὲν γὰρ ἢ φθίνουσα, ὁπότε καὶ ὀξὺ τὸ κέρας ἐκτείνει, τότε δὴ συνδιατείσιτεῖται] νεται καὶ τῷ θηρὶ τὸ ὄμμα ὀξύ τε καὶ πλάγιον καὶ πρὸς ἑκάτερα τὰ. μέρη ῥέπον, ἡνίκα δὲ πλήρης ἐστὶ καὶ εὅκυκλος ἤδη καὶ συγκεκροτημένη, τότε δὴ κἀκεῖνο κυκλοειδὲς ἐν ἴσῳ πέφυκε τῷ σχήματι βλέπειν.