Ancient Greek · ~4 min
306 to 313
Aristophanes of Byzantium, Historiae Animalium Epitome 306-313
Not analysed yet
(306) ἀεὶ δὲ διεγρηγόρασι τὰ σκυμνία καὶ οὐδὲν ἂν αὐτῶν θεάσῃ τῷ ὕπνῳ κάτοχον. εἰ γάρ τι δὴ καὶ ὑπνώσειεν, ἀλλ’ αὐτῷ πάντες ἐφαλλόμενοι καταξανοῦσι τοὺς ὀφθαλμοὺς οἷα δὴ καὶ χλευάζοντες ὡς ἀνάξιον ὄν τῆς τεκούσης. (307) ἐχθρὸν δὲ αὐτοῖς τὸ μύρον, καθάπερ ἄρα πέφυκε καὶ γυψί· ταῦτα δὲ καὶ περὶ ἰκτίδος οἱ πολλοὶ λέγουσιν, εἰσὶ δὲ σἳ τῷ αἰλούρῳ μόνῳ προσήκειν φασίν. (308) Ἀριστοφάνους. Ὅτι ὕαινά ἐστι μὲν καὶ αὐτὴ καρχαρόδους καὶ πολυσχιδής, πορεύεται δὲ κατὰ διάμετρον. (309) ἀνατμηθεῖσα δὲ τὰ ἐντὸς ἔχει ὅμοια λύκῳ πλὴν τοῦ ἥπατος, τοῦτο δὲ ὑικόν. (310) ἔχει δὲ καὶ ὑπὸ τὴν κέρκον τὰ αἰδοῖα καὶ ὁ ἄρρην καὶ ἡ θήλεια καὶ περισσότερόν τινα τόπον ἔγκοιλον, πόρον μὴ ἔχοντά φασι. (311) κοιλίαν δὲ ἔχει τὸ μέγεθος ὕαινα κυνός. (312) ἔχει δὲ καὶ χαίτην ὁμοίαν ἵππῳ· ἐπιτίθεται δὲ ἀνθρώπῳ. τοὺς δὲ κύνας ἐμοῦσα θηρεύει μιμουμένη τὸν ἄνθρωπον. λέγεται δὲ καὶ τυμβωρυχεῖν τὸ ζῷον τοῦτο. (313) τὰ δὲ περὶ τὴν κύησιν καὶ ἔκτεξιν κυνὸς πάντα ἔχει.