Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 314
Not analysed yet
(314) Τοῦ Αἰλιανοῦ. Ἡ ὕαινα, ὡς Ἀριστοτέλης λέγει, ἐν τῇ ἀριστερᾷ χειρὶ ἔχει δύναμιν ὑπνοποιόν, καὶ ἐνεργάζεται κάρον μόνον προσθιγοῦσα· πάρεισι γοῦν ἐς τὰ αὔλια πολλάκις, καὶ ὅταν ἐντύχῃ τινὶ καθεύδοντι προσελθοῦσα ἡσυχάζει, τήν τε ὑπνοποιόν, ὡς ἂν εἴποις, χεῖρα ὑπέθηκε τῇ ῥινί, ὁ δὲ ἕλκεται καὶ πιέζεται, ἡ δὲ μᾶλλον ἀναισθήτῳ ἔοικε. καὶ ἐκείνη μὲν ὑπορύττει τὴν γῆν ὑπὸ τῇ κεφαλῇ ἐς τοσοῦτον, ἐς ὅσον ἀνέκλασεν ἐς τὸν βόθρον, καὶ τὴν φάρυγγα ὑπτίαν ἀπέφηνε καὶ γυμνήν· ἐνταῦθά τε ἡ ὅαινα ἐνέφυ καὶ ἀπέπνιξε, καὶ ἐς τὸν φωλεὸν ἀπάγει. καὶ τοῖς κυσὶ δὲ ἐπιτίθεται ἡ αὐτὴ τὸν τρόπον ἐκεῖνον. ὅταν ᾖ πλήρης ὁ τῆς σελήνης κύκλος, κατόπιν λαμβάνει τὴν αὐγὴν καὶ τὴν αὐτῆς σκιὰν ἐπιβάλλει τοῖς κυσί, καὶ παραχρῆμα αὐτοὺς κατεσίγασε, καὶ καταγοητεύσασα ὡς αἱ φαρμακίδες εἶτα ἀπάγει σιωπῶντας καὶ κέχρηται ὅ τι καὶ βούλεται τὸ ἐντεῦθεν αὐτοῖς.