Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 342
Not analysed yet
(342) Ἐκ τοῦ Ἀριστοτέλους Περὶ παραδόξων ἀκουσμάτων. Ἐν Μυσίᾳ φασὶν ἄρκτων τι γένος εἶναι λευκῶν αἳ ὅταν κυνηγῶνται ἀφίασι τοιαύτην πνοήν, ὥστε τῶν κυνῶν τὰς σάρκας σήπειν, ὡσαύτως δὲ καὶ τῶν λοιπῶν θηρίων ἀβρώτους ποιεῖν)· ἐὰν δέ τις καὶ βιάσηται καὶ ἐγγίσῃ, φασίν, ἐκ τοῦ στόματος φλέγμα πάμπολυ ἔοικε προσφυσᾶν πρὸς τὰ πρόσωπα τῶν κυνῶν, ὡσαύτως δὲ καὶ τῶν ἀνθρώπων, ὥστε ἀποπνίγειν καὶ ἀποτυφλοῦν.