Ancient Greek · ~2 min
343 to 344
Aristophanes of Byzantium, Historiae Animalium Epitome 343-344
Not analysed yet
(343) Λέγουσι δὲ τὸ τῆς ἄρκτου στέαρ ὅταν διαπεπηγὸς ὑπὸ τὸν χειμῶνα, καθ’ ὅν ἂν χρόνον ἐκείνη φωλεύγῃ, αὐξάνεσθαι καὶ ὑπεραίρειν τὰ ἀγγεῖα, ἐν οἷς ἂν ᾖ. (344) Ἐκ τῆς Ἑξαημέρου τοῦ θείου Βασιλείου. Νωθρὰ ἡ φύσις τῆς ἄρκτου, ἰδιότροπον καὶ τὸ ἧθος, ὕπουλον, βαθύ, ἐνδεδυκός, ὅμοιον ἠμφίεσται καὶ τὸ σῶμα, βαρύ, συμπεπηγός, ἀδιάρθρωτον, πρέπον τῷ. ὄντι φωλάδι κατεψυγμένῃ. αὕτη πολλάκις, βαθυτάταις κατατρωθεῖσα πληγαῖς, ἑαυτὴν ἰατρεύει πάσαις μηχκναῖς τῷ φλόμῳ τούτῳ ξηρὰν τὴν φύσιν ἔχοντι τὰς ὠτειλὰς παραβυουσα.