Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 362
Not analysed yet
(362) 0ἱ δὲ μῦς οἱ τοῖς Κασπίοις ἐπίδημοι ὄντες κακόν, μέγεθος αὐτῶν ὅσον κατά γε τοὺς Αἰγυπτίων ἰχνεύμονας ὁρᾶσθαι· ἄγριοι δὲ καὶ δεινοὶ καὶ καρτεροὶ τοὺς ὀδόντας καὶ διακόψαι καὶ διατραγεῖν οἷοί τέ εἰσι καὶ σίδηρον. τοοῦτοι δὲ ἄρα καὶ οἱ μῦς οἱ ἐν τῇ Τερηδόνι τῆς Βαβυλωνίας εἰσίν, ὧνπερ οὖν καὶ τὰς δορὰς ἴσασιν οἱ τούτων κάπηλοι καὶ εἰς Πέρσας ἄγουσι φόρτον. εἰσὶ δὲ ἁπαλαί, καὶ συνερραμμέναι χιτῶνές τε ἅμα γίνονται καὶ ἀλεαίνουσιν αὐτούς. καλοῦνται δὲ ἄρα οὗτοι καναυτᾶνες, ὡς ἐκείνοις φίλον. θαυμάσαι δὲ τῶν μυῶν τῶνδε ἄξιον ἄρα καὶ τοῦτο. ἐὰν ἁλῷ μῦς κύουσα, εἶτα ἐξαιρεθῇ τὸ ἔμβρυον, αὐτῆς δὲ διατμηθείσης ἐκείνης εἶτα μέντοι καὶ αὐτὸ ἀνατμηθῇ, καὶ ἐκεῖνο ἔχει βρέφος.