Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 363
Not analysed yet
(363) Ἐκ τοῦ Τιμοθέου περὶ μυῶν καὶ μυγαλῶν. Τῶν Λιβύων ἡ γῆ κοινόν τι γένος μυῶν φέρει καὶ λαγωῶν κοινὴν ἐς ἀφροδίτην σνγχωρησάντων, οἷς τὰ ὧτα μὲν καὶ ἅπαν τὸ σῶμα μυῶν αὐτόχρημα με· γάλων ἐστί, λαγῶν δὲ τά τε νῶτα καὶ ὄμματα· φέρουσι δὲ καὶ τὴν τρίχα . ἴσοι δὲ τὸ μέγεθός εἰσι μυσὶν ἀρουραίοις καὶ ἰδεῖν ὅμοιοι. ἔστι δὲ καὶ μυῶν τι πτηνὸν γένος οἷς οὔτε πτίλα πέφυκεν ὄντα οὔτε πτερά· μόνῃ δὲ τῇ οὐρᾷ καθάπερ δὴ καὶ πτεροῖς χρώμενοι τέμνουσι τὸν ἀέρα καὶ δένδροις. ἐπικαθέζονται καὶ ταῦτα οἰκοῦσι.