Ancient Greek
376 to 382
Aristophanes of Byzantium, Historiae Animalium Epitome 376-382
Not analysed yet
(376) Ἀριστοφάνους. γαλῆ ἐστι μὲν καὶ αὐτὴ καρχαρόδους, ἔχει δὲ καὶ δακτύλους πέντε. (377) αἱμοποτεῖ δὲ κατὰ φλέβα λύουσα, καθάπερ ὁ λύκος. (378) ἀνατμηθεῖσα δὲ πνεύμονα ἑξάλοβον ἔχει, ἧπαρ ἑπτάλοβον χολὴν ἔχον, νεφροὺς μεγάλους, κόστιν σκληράν, ὄρχεις ἔξω καθάπερ κάπρου. (379) τὸ αἰδοῖον ἔχει ὄστινον ὅμοιον ὄρνιθος ὄνυχα οὐκ ἔχον ἐν ἑαυτῷ κοιλότητα, ἀλλὰ στερεόν· ῆ δὲ θήλεια ὑστέραν δίκρουν καὶ τίκτει τυφλά. (380) τὸ δὲ μυθολογούμενον ὡς διὰ τοῦ στόματος ὀχεύει τῶν εἰκῇ πεπιστευμένων· οὐ γὰρ ὀχεύει, ἀλλὰ τιθασεύει ὡς ἡ xεριστερά. (381) Αἰλιανοῦ. αλαῖ τρύζουσαι χειμῶνα Ἰσχυρὸν σημαίνουσι. (382) μάλιστα δὲ αὐτὰς δεδοίκασιν οἱ μύες.