Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 403
Not analysed yet
(403) ἔστι γὰρ καὶ ἄλλων τεχνῶν εὑπορος, δι’ ὧν οἰδε τοὺς κύνας ἐξαπατᾶν· ὁτὲ μὲν γὰρ τῆς γαστρὸς πνεῦμά τι δύσοσμον ἀφιεῖσα, ὁτὲ δὲ αὐτῶν ἐγγὺς περισκαίρουσα καὶ κορικῶς ὥσπερ ἀκκιζομένη, ἐπέσχε μὲν αὐτοὺς τῆς ὁρμῆς τῆς ἀγρίας, ἠδυνήθη δὲ ἔρωτα ἐμβαλεῖν καὶ διαθερμῆναι πρὸς μίξιν· ἐπεὶ καὶ λέγεται ἐς ταὐτὸ κυνὸς καὶ ἀλώπεκος ξυνελθόντων τὰς κύνας φύεσθαι τὰς Λακωνικάς, αἴπερ δὴ καὶ ἀλωποὶ λέγονται. ἀλλ’ εἰ μὲν τὸ θῆλυ ἡ ἀλώπηξ, τὸ φυὲν ἂν εἴη ἡ ἀλωπός, εἰ δὲ ἐπβεβηκλς μὲν ἦ ἀλώπηξ, τὸ σπέρμα δὲ τοῦτο δέδεγμένη ἦ κύων, τὸ γένος ἐντεῦθεν τὸ Λακωνικὸν ἔφυσαν αἱ κύνες· αἰ δὴ καὶ ἵππων καὶ θηρῶν πόδας ἤλεγξαν. ἰδὼν αὐτὰς διωκούσας φαίης ἂν οὐ θέειν μᾶλλον ἢ ἵπτασθαι.