Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 415
Not analysed yet
(415) Ἔστι δὲ ἀνέμων τε καὶ ὡρῶν ἐπιστήμων. ἐν χειμῶνι γὰρ πρὸς ἤλιον τίθεται, θέρους δὲ πρὸς ἄρκτον ἀποκλίνει πόθῳ ψύχους. ταύτην δὲ τὴν τῶν ὡρῶν διαφορὰν αἱ ῥῖνες αὐτὸν διδάσκουσιν. οὐ. καταίμύκι δὲ κοιμώμενος· ἥττω γὰρ τὰ βλέφαρα πρὸς τοὺς ὀφθαλμοὺς ἔχει. εἰσὶ δὲ αὐτῶν νύκτωρ αἱ νομαὶ καὶ πόρρω, τροφῆς ξένης ἐπιθυμίᾳ, μᾶλλον δὲ γυμνασίας ἕνεκα. ἀγαπᾷ δὲ τὰ ἤθη τὰ οἰκεῖα, καὶ ἐκλιπεῖν ταῦτα οὐχ ὑπομένει. ὑποστρέφει γὰρ πρὸς αὐτά, ὅθεν καὶ ἁλίσκεται τὰ πολλά.