Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 42
Not analysed yet
(42) ἐν δὲ Λιβύῃ γένος ἀνθρώπων ἐστὶν οὐδὲν ἡμῶν διαφέρον, τὸ δὲ σῶμα ξένον τι ἔχει· τὰ γὰρ δάκνοντα τῶν θηρίων οὐδὲν αὐτοὺς ἀδικεῖ. ὄφεως γοῦν καὶ φαλαγγίου καὶ σκορπίου δακόντος αὐτούς, ἐκεῖνο μᾶλλον εἰς ἀναισθησίαν ὑπνοποιὸν κατολισθαίνει. ἐλέγχουσι δὲ καὶ τὰ νόθα τέκνα ἀπὸ τῶν γνησίων· προσφέρουσι γὰρ αὐτὰ τοῖς θηρίοις καὶ δάκνονται· καὶ τὰ μὲν γνήσια οὐ πάσχει, τὰ δὲ νόθα, ξένης ὄντα γενέσεως ἀποθνήσκει φαρμασσόμενα.