Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 43
Not analysed yet
(43) Ὅτι, φησί, πλησίον τῶν ἀδίψων ἰχθυοφάγων οἱ κατοικοῦντες ὥσπερ ἀπαραβάτων σπονδῶν μεταξὺ τεθέντων αὐτῶν τε καὶ τῶν φωκῶν, οὔτε αὐτοὶ τὰς φώκας σίνονται οὐδὲ ὑπ᾿ ἐκείνων οὗτοι βλάπτονται, ἀλλὰ καὶ ἀλλήλων θήρας ἀνεπιβουλεύτους τῷ θηράσαντι ἑκάτερον γένος συντηρεῖ, καὶ συναναστρέφονται οὕτως ἀλλήλοις ὡς μόλις ἂν εὑρεθεῖεν πρὸς ἀνθρώπους συμβιοῦντες ἄνθρωποι.