Ancient Greek
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 44
Not analysed yet
(44) εἰσὶ δὲ τῶν πορφυρῶν αἱ μὲν μεγάλαι ἐν τοῖς κόλποις αἱ τὸ ἄνθος μέλαν ἔχουσαι, αἱ δὲ ἐν τοῖς αἰγιαλοῖς γινόμεναι μικραί, αἱ τὸ ἄνθος ἐρυθρὸν ἔχουσι· καὶ αἱ μὲν προσβόρειοι αὐτῶν μέλαιναί εἰσιν, αἱ δὲ νότιοι ἐρυθραί, καὶ πλέον μὲν ἔχουσι τὸ ἄνθος αἱ μικραὶ καὶ νέαι, ἔλαττον δὲ αἱ μεγάλαι καὶ παλαιαί. πᾶσαι δὲ ἔχουσι τὸ ἄνθος ἄνω πρὸς τῷ τραχήλῳ καὶ ἀποθνήσκουσαι ἀνεμοῦσι τοῦτο· διὸ καὶ σπουδάζουσιν αὐτὰς οἱ πορφυροβάφοι ζώσας κόπτειν πρὶν ἢ ἐμέσαι τὸ ἄνθος, καὶ ἀποτίθενται εἰς κεράμια. ἁλίσκονται δὲ αἱ πορφύραι ἔαρος, ὑπὸ κόνα δὲ οὐ δύνανται. ζῇ δὲ ἡ πορφύρα ἔτη ἕξ, δῆλον δὲ τοῦτο γίνεται τῇ περὶ τὸ ὄστρακον ἕλικι· κατὰ γὰρ ἕκαστον ἐνιαυτὸν μίαν ἕλικα προσκτᾶται μέχρι τῶν ἕξ.