Ancient Greek · ~5 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 44-2
Not analysed yet
(44) Ὅτι τῶν ἰχθυοφάγων οἱ μὲν σκηνώμασι τοῖς σπηλαίοις οὐ τετραμμένοις πρὸς μεσημβρίαν διὰ τὸ πνιγῶδες, ἀλλὰ τοῖς ἀπεστραμμένοις αὐτὴν χρῶνται· οἱ δὲ ὑπὸ ταῖς τῶν ἰχθύων πλευραῖς, φυκία ἐπιβάλλοντες αὐτοῖς· οἱ δὲ τὰς τῶν ἐλαιῶν κορυφὰς ἀλλήλαις συνάπτοντες, εἶτα χρῶνται σκηνώμασι. τὴν δὲ τοιαύτην ἐλαίαν καρπὸν φέρειν φησὶ κασταναϊκῷ καρύῳ προσεμφερῆ. τὸ δὲ τέταρτον |τῶν ἰχθυοφάγων γένος τὴν οἴκησιν ἔχει τοιαύτην. ἄμμου φόρτος ἄπλετος ἐκ τοῦ παντὸς αἰῶνος, ὄρει παραπλήσιος, σεσώρευται, καὶ πᾶς οὗτος ὑπὸ τοῦ προσβάλλοντος ἀεὶ κύματος σκληρῶς πεπιλημένος, ὥστε ὁμογενοῦς ὄγκου καὶ μίαν φύσιν ἔχοντος διὰ τὴν μίξιν καὶ συμπλοκὴν τῆς ἄμμου μηδὲν παραλλάσσειν· εἶτα ὑπονόμους αὐτοῖς ἀνδρομήκεις ὀρύττουσι, τὸν μὲν κατὰ κορυφὴν ὄγκον ἐῶντες ὠχυρῶσθαι καὶ στέγην διὰ τῆς εἰρημένης συνδέσεως ἔχοντες, ἐκ δὲ τοῦ κάτωθεν ἐδάφους παραμήκεις αὐλῶνας κατασκευάζοντες, πρὸς ἀλλήλους πάντοθεν συντετρημένους, ἐν οἷς τέως μέν τινες τὰ πρὸς τὸν ἄνεμον φωτίσαντες ἄγουσιν ἡσυχίαν, ἐπὰν δὲ πλημμυρὶς ἐπέλθῃ, τὰ πρὸς τὴν ἄγραν ὡς προείρηται, παρασκευάζονται. τοὺς μέντοι τελευτῶντας αὑτῶν οὐδεμιᾶς ἀξιοῦσι προνοίας, ἀπαθῆ πρὸς τὸν ἐκ δόξης ἔλεον κεκτημένοι τὴν γνώμην· διὸ καὶ κεῖσθαι ἐρριμμένους ἐῶσιν, ἕως ἂν ἄμπωτις ἐπιγενομένη τροφὴν εἰς τὴν θάλασσαν κομίσῃ τούτοις τοῖς ἰχθύσι.