Ancient Greek · ~5 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 465
Not analysed yet
(465) Τοῦ αὐτοῦ ἐκ τοῦ πλάτους. Δοτε μοι τοὺς τραγῳδοὸς πρὸς τοῦ πατρῷου Aιὸς καὶ πρό γε ἐκείνων τοὺς μυθοποιοὺς ἐρέσθαι τί βουλόμενοι τοσαύτην ἂγνοιαν τοῦ παιδὸς τοῦ Λαΐου καταχέουσι κα Τη> λέψου τοῦ συνελθόντος τῇ μητρὶ τὴν δυστυχῆ σύνοδον, τοῦ μὴ πειρ θέ>κντος μὲν τῆς ὁμιλίας, συγκατακλιθέντος δὲ τῇ γειναμένῃ καὶ πράξαντος ἂν τὰ αὐτά, εἰ μὴ πολλάκις θείᾳπομπῇ διεῖρξεν ὁ δράκων· εἴ γε ἡ φύσις τοῖς ἀλόγοις ζῷοις τὴν τοιαύτην μίξιν καὶ ἐκ τοῦ χρωτὸς προσαψαμένοις δίδωσι κατανοῆσαι, καὶ οὐ δεῖται γνωρισμάτων οδδὲ τοῦ ἐκθέντος εἰς τὸν Κιθαιρῶνα, ἀὼς ὁ 0ἔδίπους ὁ τοῦ φοφοκλέους. οὐκ ἂν γοῦν ποτε τῇ τεκούσῃ ὁμιλήσαι κάμηλος. δέ τοι νομεὺς τῆς ἀγέλης κατακαλύψας τὸ θῆλυ ὡς οἶόν τε ἤν καὶ ἀποκρύψας πάντα πλὴν τῶν ἄρθρων, τὸν παῖδα ἐπάγει τῇ μητρί, καὶ ἐκεῖνος λάθριος ὑπὸ τῆς ὁρμῆς τῆς πρὸς μίξιν ἔδρασετὸ ἔργον καὶ συνῆκε. καὶ τὸν μὲν αἴτιον τῆς ὁμιλίας οἱ τῆς ἐκθέσμου δάκνων καὶ πατῶν καὶ τοῖς γόνασι παίων ἀπέκτεινεν ἀλγεινότατα, ἑαυτὸνδὲ κατεκρήμνσεν. ἀμαθῶς δὲ καὶ κατὰ τοῦτο θἰδίπους, οὐκ ἀποκτείνας, ἀλλὰ πηρώσας τὴν ὄψιν καὲ τὴν τῶν κακῶν λύσιν μὴ γνοὺς ἐξὸν ἀπηλλάχθαι καὶ μὴ τῷ οἴκῳ καὶ τῷ γένει καταρώμενον εἶτα μέντοι κακῷ ἀνηκέστῳ ἰᾶσθαι κακὰ τὰ ἤδη παρελθόντα.