Ancient Greek · ~2 min
466 to 467
Aristophanes of Byzantium, Historiae Animalium Epitome 466-467
Not analysed yet
(466) Ἐκ τοῦ Τιμοθέου. Ῥωμαλέον τι ζῷον ἡ κάμηλος καὶ φερέπονον τὴν Ἰσχύν, καὶ εἰ μὴ χαλεπὸν ἦν αὐτῇ προσιζήσασαν ἂναστῆνα, τάχα δὴ καὶ ὅσον νῆες τὸν φόρτον ὑπέφερεν. (467) αὅται δὲ πορευό- μενοι τῆς νυκτὸς ὁρῶσι πρὸς τοὺς ἀστέρας καὶ ἴσασί πως τὸν ἐκείνων δρόμον ἐξακριβοῦν. ἀμέλει τοι καὶ Ἰνδοὶ μακρὰν ἀνύοντες τρίβον καθάπερ ὁδηγοῖς ταύταις ἑαυτοὺς ἐπιτρέψαντες εἶτα τὴν χρυσῖτιν ἐκεῖθεν τῶν μυρμήκων ἀποσυλῶσι γῆν.