Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 468
Not analysed yet
(468) λέγεται δ’ οδν ἡ κάμηλος ἀραμένη φόρτον εὐθὺς ὀκλάζειν καὶ αἆ ὑπανίστασθαι, πειρωμένη δή πως εἰ εὐάγωγον αὐτῇ εἴη τὸ ἄχθος, καὶ εἰ αἴσθοιτο μεῖζον ὃν ἢ κατὰ δύναμιν φεύγει καὶ ἀπαναίνεται καὶ οὐκ ἂν ἱζῆσαι πεισθείη, οὐδὲ ἀροῖτο ἂν τὸν φόρτον κἂν εἰ πολλοῖς αὐτὴν ῥοπάλοις συγκόψαις. δοκὸν δὲ μηκίστην ἄγουσα, ἡνίκα δἂν καὶ βούλοιτο συνθλάσαι, πρόνοιαν ποιεῖται τῆς κεφαλῆς μὴ καὶ προσπῖπτον αὐτῇ λυπήσγῃ τὸ ξύλον· τὴν γοῦν κάραν ἑτέρωθι νεύσασα δεξιῶς ἐκφεύγει τὴν βλάβην.