Ancient Greek · ~2 min
469 to 470
Aristophanes of Byzantium, Historiae Animalium Epitome 469-470
Not analysed yet
(469) ἄγριοιμέντοι καὶ δυσηνίαστοί εἰσι σφόδρα περὶ τὴν ὀχείαν ὄντες οἱ ἄρρενες, καὶ οὐκ ἄν τις αὐτοῖς προσελθών ἢ καὶ ὀφθεὶς μακρόθεν ἀπαθὴς κακῶν ἀπαλλάξει. (470) ἐὰν δὲ μάλα λυττῶσιν αἱ κάμηλοι, καὶ ἀνθρώποις ἐπιτίθενται καὶ θοινῶνται αὐτῶν τὰς σάρκας. παύονται δὲ τῆς λύττης ἀγρυπνίᾳ τὴν ῥώμην ἐπιτριβεῖσαι· ἐκχέει γάρ πως τὴν λύτταν ἀπὸ τῶν ὀφθαλμῶν εἰ μὴ αὐτοὺς ἔχει καταμύειν τῷ ὕπνῳ.