Ancient Greek · ~4 min
489 to 495
Aristophanes of Byzantium, Historiae Animalium Epitome 489-495
Not analysed yet
(489) ὅταν δὲ πάλιν ἄρξηται αὐταῖς ὑποφύεσθαι τὰ κέρατα, ἡλιάζονται, ἴνα ὡς τάχιστα ἑηραίνωσιν αὐτά, ἤδη δέ ποτε, φασίν, ἐφάνη ἔλαφος καὶ κιττὸν φυόμενον ἔχουσα ἐπὶ τῶν κεράτων. (490) ἁλίσκονται δὲ σύριγγι καὶ αὐλῷ· καταβάλλουσαι γὰρ τὰ ὠτα κοιμῶνται ὑπὸ τῆς ἡδονῆς. (491) στορεῖ δὲ φαγοῦσα ὑγάζεται. (492) ζῆ δὲ ῆ ἔλαφος ἔτη πλεῖστα. ἔστι δὲ μυθευόμενον, ώς ἔλαφος τετρακόρωνος’, τῶν εἰκῇ καὶ ὡς ἔτυχε πισευσομένων. (493) Αἰλιανοῦ, Τὰ κέρατα ἀποβαλόντες ἔλαφοι εἰσδύονται λόχωας· ἔρημοι γὰρ ἀμυντηρίων ὄντες φυλάττονται τοὺς ἐπιόντας. ἀλλὰ καὶ τὴν ἀκτῖνα δεδίασι· πρὶν ἢ γὰρ παγῆναι τοὺς καλουμένους χόνδρους, λαβεῖν φοβοῦνται ἤλιον, ἴνα μὴ τὴν σάρκα αὐτοῖς ὑποσήψῃ. (494) τίκτει δὲ παρὰ τὰς ὁδούς, τοὺς μὲν ἀνθρώπους ἐκφυγεῖν θαρροῦσα τῇ ταχύτητι, τῶν δὲ θηρίων τὰς ἐπιβουλὰς φεύγουσα. ἀμέλει γοῦν καὶ καταπιανθεῖσα οὐκ ἂν ἔτι τέκοι παρὰ τὰς ὁδούς· οἶδε γὰρ ὅτι δραμεῖν ἐστι νωθροτέρα. τίκτει οδν ἐν τοῖς ἄγκεσι καὶ τοῖς δρυμοῖς καὶ ἐν τοῖς αὐλῶσιν. (495) ὅσοι δὲ λέγουσι θῆλυν ἔλαφον τὰ κέρατα μὴ φύειν κακῶς λέγουσιν. ὅὐριπίδης γὰρ καὶ Πίνδαρος καὶ Σοψοκλῆς ἐν τοῖς αὐτῶν ποιήμασι καὶ θήλειαν λέγουσι φύειν κέρατα.