Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 496
Not analysed yet
(496) λόγος δή που διαρρεῖ υρρηνικὸς ὁ λέγων τοὺς ὗς τοὺς ἀγρίους καὶ τοὺς ἐκεῖ ἐλάφους ὑπὸ δικτύων ἁλίσκεσθαι. συναγωνίζεται δὲ τῇ θήρᾳ ταύτῃ καὶ αὐλός. αὐλεῖ γὰρ ἀνὴρ τεχνίτης καὶ ὡς ὅτι μάλιστα πειρᾶται τοῦ μέλους ὑποχαλᾶν καὶ ὅτι ποτέ ἐστι τῆς μούσης σύντονον ἐᾷ, πᾶν δὲ ὅτι γλύκιστον αὐλῳδίας τοῦτο ᾄδει ἡσυχίᾳ τε καὶ ρεμίᾳ, καὶ τὸ μέλος εἰς τὰ ὦτα εἰσρεῖ καὶ διά γε τὸ ἄηθες δείματος ὑποπίμπλανται τὰ ζῷα, εἶτα κηλούμενα λήθην ἄρχεται πάσχειν ἐγγόνων καὶ χωρῶν. οὕτως οὖν καταγοητευθέντα ἐμπίπτει ταῖς πάγαις.