Ancient Greek · ~6 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 551
Not analysed yet
(551) Εὀπειθέστερα δὲ ἄρα τῶν ζῴων τὰ πρόβατα ἦν καὶ ἄρχεσθαι φύσει πεπαιδευμένα. ὑπακούει γοῦν καὶ τῷ νομεῖ καὶ τοῖς κυσί, καὶ μέντοι γε καὶ ἕπονται ταῖς αἰξί. καὶ φιλαλληλα δὲ ἰσχυρῶς, καὶ ὑπό γε τῶν λύκων ἐπιβουλεύεται ἦττον· οὐ γὰρ πλανᾶται ἰδίᾳ ἕκαστον, οὐδὲ μὴν ἀπὸ τοῦ συννόμου σχίζεται, ὥσπερ οὖν αἱ αἶγες. λέγουσι δὲ Ἄραβες ὅτι ἄρα τὰ παρ’ αὐτοῖς ποίμνια ποιμαίνεται ὑπὸ μουσικῆς μᾶλλον ἢ ὑπὸ τοῦ χιλοῦ. τῶν δὲ ἁλμυρῶν ἐσθίει ἥδιον· ποιεῖται γὰρ τὴν τοιαύτην τροφὴν ποτοῦ ὄψον. τά γε μὴν πρόβατα καὶ ἐκεῖνο οἶδεν ὅτι αὐτοῖς ὁ βορρᾶς καὶ ὁ νότος συμβάλλονται πρὸς τὸ τίκτειν οὐ μεῖον τῶν κτριῶν ἀναβαινόντων αὐτά. οἶδε δὲ καὶ τοῦτο, ὅτι ἄρα ὁ μὲν βορρᾶς ἀρρενοποιός ἐστιν, ὁ δὲ νότος θηλυγόνος εἶναι πέφυκε· καὶ ἐὰν δέηται τοῦδε τοῦ ἐκγόνου ἢ τοῦδε ὀχευομένη ἡ ὄϊς, πρὸς τὸν ἀπέβλεψεν ἢ πρὸς τόν. Ἀχιλλεὺς μὲν οὖν ἵνα ὁ φίλος αὐτῷ κείμενος ἐπὶ τῆς πυρᾶς καυθῇ, καὶ εὐχῆς ἐδεῖτο καὶ ἡ Ἶρις παρεκάλει τοὺς ἀνέμους αὐτῷ, ὧ καλὲ Ὅμηρε, καὶ ὑπισχνεῖται ἥκουσιν ἱερουργίαν οἱονεὶ μισθόν, καὶ ὁ τοῦ Νεοκλέους δὲ Ἀθηναίους ἐδίδασκε θύειν τοῖς πνεύμασιν· αἱ δὲ ὄϊς ἀπραγμόνως καὶ ἄνευ τινὸς τερατείας τοὺς ἀνέμους εἰς ὠδῖνα τὴν σφετέραν ὑπηρέτας ἑτοίμους καὶ ἀκλήτους ἔχουσι. σκοποὶ δὲ ἄρα τούτων εἰσὶ καὶ οἱ ποιμένες ἀγαθοί. ὅταν γοῦν ὁ νότος πνέῃ, τότε τοὺς κριοὺς ἐπὶ τὰς ὄϊς ἄγουσιν, ἴνα ἡ ἐπιγονὴ θηλυγόνος ἢ αὐτοῖς μᾶλλον.