Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 552
Not analysed yet
(552) πὲρ τοῦ πλείονα τὴν ἐπιγονὴν τῶν ζῴων σφίσι γίνεσθαι οἱ τούτων μελεδωνοὶ καὶ νομεῖς τὰ ἄρθρα τῶν θηλειῶν καὶ ὀΐων καὶ αἰγῶν ἀνατρίβουσι κατὰ τὸν τῆς ὀχείας καιρὸν ἁλῶν καὶ νίτρου τὰς χεῖρας ἀναπλήσαντες. ἐκ τούτων ὄρεξις αὐτοῖς γίνεται πρὸς τὴν ἀφροδίτην μᾶλλον. ἕτεροι δὲ πεπέριδι καὶ μέλιτι τὰ αὐτὰ χρίουσι, νίτρῳ δὲ ἄλλοι καὶ κνίδης καρπῷ· σμυρνίῳ δὲ ἤδη τινὲς ἔχρισαν καὶ νίτρῳ. ἐκ δὴ τοῦδε τοῦ ὀδαξησμοῦ ἀκράτορες ἑαυτῶν γίνονται αἱ θήλειαι ποῖμναι καὶ ἐπιμαίνονται τοῖς ἄρρεσιν.