Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 560
Not analysed yet
(560) ῤν Ἰλλυριοῖς δὲ τοῖς Σαρδίοις καλουμένοις, παρὰ τὰ μςθόρια τῶν Αὀταριατῶν κἀκείνων, φασὶν ὄρος εἶναι μέγα, τούτου δὲ πλησίον ἄγκος, ὅθεν ὕδωρ ἀναπιδύειν οὐ πᾶσαν ὥραν ἀλλὰ τοῦ ἠρος, πολὐ τῷ πλήθει· λαμβάνοντες οὖν τὰς μὲν ἡμέρας ἐν τῷ στερνῷ φυλάττουσι, τὰς δὲ νύκτας εἰς τὴν αἰθρίαν τιθέασι. καὶ πέντε ἤ ἔξ ἡμέρας τουτὶ ποιησάντων αὐτῶν πήγνυται τὸ ὕδωρ, καὶ γίνεται κάλλιστον ἄλας, ὃ ἕνεκα τῶν βοσκημάτων μάλιστα διατηροῦσιν· οὐ γὰρ εἰσάγονται πρὸς αὐτοὺς ἅλες διὰ τὸ κατοικεῖν πόρρω αὐτοὺς θαλάσσης καὶ εἶναι αὐτοὺς ἀμίκτους. πρὸς οὖν τὰ βοσκήματα πλείστην αὐτοῦ χρείαν ἔχουσιν· ἁλίζουσι γὰρ αὐτὰ δὶς τοῦ ἐνιαυτοῦ. ἐὰν δὲ μὴ ποιήσωσι τοῦτο, συμβαίνει αὐτοῖς ἀπόλλυσθαι τὰ πλεῖστα τῶν βοσκημάτων.