Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 561
Not analysed yet
(561) Αἰλιανοῦ, Ἡ ὗς γνωρίζει τοῦ συβώτου τὴν φωνήν, καὶ ὑπακούει καλοῦντος, κἂν πλανηθεῖσα. πλησίον δὲ τούτου τὸ μαρτύριον· τῇ γῇ τῇ Τυρρηνίδι κακοῦργοι σὺν νηὶ προσέσχον· καὶ προελθόντες τῆς νηὸς αὐλίῳ περιτυγχάνουσι, καὶ ἦν συβωτῶν τὸ αὔλιον, καὶ εἶχε πολλὰς ὗς. ταύτας οὖν συλλαβόντες εἰς τὴν ναῦν ἐνέβαλον, καὶ ἀπολύσαντες τὰ πείσματα εἴχοντο τοῦ πλοός. οἱ τοίνυν συβῶται παρόντων μὲν τῶν λῃστῶν ἡσύχαζον, ἐπεὶ δὲ ἔτυχον τῆς γῆς ἀποσαλεύσαντες ὅσσον τε γέγωνε βοήσας, ἐνταῦθα τὰς σῦς τῇ συνήθει βοῇ ὀπίσω καὶ παρὰ σφᾶς ἀπεκάλουν οἱ συβῶται. αἱ δ’ ὡς ἤκουσαν, ἐπὶ θάτερα τοῦ πλοίου ἑαυτὰς συνώσασαι ἀνέτρεψαν αὐτό. καὶ οἱ μὲν κακοῦργοι παραχρῆμα διεφθάρησαν, αἱ δὲ ὗς παρὰ τοὺς ἑαυτῶν δεσπότας ἀπενήξαντο.