Ancient Greek · ~3 min
562 to 564
Aristophanes of Byzantium, Historiae Animalium Epitome 562-564
Not analysed yet
(562) Τὴν ὗν κρέας ἔχειν τῶν ἄλλων κρεῶν ἥδιον ἐκ πολλοῦ πεπίστευται. καὶ ἐκεῖνο δὲ ἡ πεῖρα διδάξει καὶ μάλα γε ἐναργής. ὅταν ποτὲ σαλαμάνδραν φάγῃ, αὕτη μέν ἐστιν ἀπαθής, τούς γε μὴν αὐτῆς γευσαμένους σαμένους ἀποκτείνει. (563) Λέγει Δημόκριτος πολύγονον εἶναι |ὗν καὶ κύνα καὶ τὴν αἰτίαν προστίθησι λέγων ὅτι πολλὰς ἔχει τὰς μήτρας καὶ τοὺς τόπους τοὺς δεκτικοὺς τοῦ σπέρματος. ὁ τοίνυν θορὸς οὐκ ἐκ μιᾶς ὁρμῆς ἁπάσας αὐτὰς ἐκπληροῖ, ἀλλὰ καὶ δὶς καὶ τρὶς ταῦτα τὰ ζῷα ἐπιθόρνυται, ἵνα ἡ συνέχεια πληρώσῃ τὰ τοῦ γόνου δεκτικά. (564) Ἀκούω δὲ ἐν Κλαζομεναῖς σῦν γενέσθαι πτηνόν, ἥπερ οὖν ἐλυμαίνετο τὴν χώραν τῶν Κλαζομενίων. ἔνθεν τοι καὶ χῶρος ἐκεῖ κέκληται Ὑὸς πτερόν· ὂ εἴ τῳ δοκεῖ μῦθος εἶναι, δοκείτω, ἐμὲ δὲ περὶ ζῴου λεχθὲν καὶ μὴ λαθὸν οὐκ ἐλύπησεν εἰρημένον.