Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 566
Not analysed yet
(566) Ἐκ τοῦ Τιμοθέου. Θερμόν τι καὶ ὀξὺ θηρίον ὁ σῦς καὶ ἰταμώτατον τὴν ὁρμήν· τάχα γοῦν καὶ καυστικὸν καὶ θερμὸν ἔχει τὸν ὀδόντα· τεκμηρίῳ δὲ χρήσῃ πρὸς τὸ πρᾶγμα τοιῷδε. εἰ προσάψαις τῷ ὀδόντι τοῦ αὐχένος τρίχα λαβών, προσφλεγομένην ἄν εὐθέως ἴδοις αὐτὴν ὥσπερ ὑπὸ πυρὸς τηκομένην κα ὰ καὶ οἷς ἐνῆκεν ὀδοντοκύνας εἰ θεάσῃ τὰς παρὰ τὴν πληγὴν τρίχας τετηκυίας ἂν αὐτὰς ὄψῃ καὶ μεμαρασμένας.