Ancient Greek · ~7 min
567 to 576
Aristophanes of Byzantium, Historiae Animalium Epitome 567-576
Not analysed yet
(567) Ἡ δὲ τῶν Λιβύων γῆ, καίτοι πάντων οὖσα θηρίων μήτηρ καὶ μάλιστα λεόντων, συορος, ὥσπερ δὴ πάλιν τὴν Σικελίαν φασὶν ἄγονον εἶναι λεόντων. (580) σῦς δὲ σφριγῶν ἔρωτι καὶ πρὸς τὴν θήλειαν ἐκκεκινημένος, εἰ μὴ πειθομένην σχοίη ταύτην, ἀλλὰ τὴν ὁρμὴν ὑπεκκλίνουσαν, εὐθὺς αὐτὴν ἀναιρεῖ τῷ κυνόδοντι τύψας. (569) κάπρῳ δὲ κάπρος ἀντίζηλος γεγονὼς καὶ διαναστὰς ἐς πόλεμον πρῶτον μὲν ἰδιάζει καθ’ ὕλην αὔξων τε τὸ σθένος καὶ τὴν δορὰν εὐτονωτέραν ποιῶν καὶ ὀδόντα θήγων καὶ ἀσκούμενος τὰ πολέμια· εἶτα δὲ παρελθὼν τὸν ἀντίπαλον ἐξ ὕλης ἑτέρας προκαλεῖται, καὶ συστάντες ἐς μάχην οὐ πρότερον ἂν παύσαιντο τοῦ πολέμου, μέχρι φόνου ἀλλήλοις αἴτιοι γένωνται. (570) ῥώννυται δὲ καὶ ἄλλως ὁ σῦς, ὁπότε δένδροις προστρίῦβων ἐκθλίψῃ τοὺς ὄρχεις. λέγεται γὰρ μόνος τῶν ζῴων οὖτος ἑαυτοῦ κρείττων γίνεσθαι ἀποβεβληκὼς τὰ αἰδοῖα. (571) κάπρῳ δὲ ἤδη πρὸς γῆρας ἥκοντι θανάτου αἴτιον τῶν ὀδόντων ὤφθη τὸ χρῆμα· καὶ γὰρ οἱ κυνόδοντες λεγόμενοι τῷ χρόνῳ συναυξηθέντες ἀποδεσμοῦσι τὴν ἄνω γένυν, καὶ οὐ παρὸν αὐτῷ διοῖξαι ποιοῦσι τὸ στόμα. τροφῆς οὖν οὐ μετέχων, ἐντεῦθεν ἀπόλλυται καὶ τούτους ἔχει τῆς φθορᾶς αἰτίους οἵπερ ὅπλον ἧκαν αὐτῷ πρὸς πᾶν τὸ πολέμιον. (572) Ἐκ τοῦ Κτησίου. Ὑς οὔτε ἥμερός ἐστιν οὔτε ἄγρος ἐν τῇ Ἰνδικῇ ὅλως γῇ, οὐδ’ ἂν φάγοι Ἰνδῶν οὐδεὶς ὑὸς κρέας οὐδέν περ μᾶλλον ἢ ἀνθρώπου. (573) Ἀριστοφάνους περὶ μωνύχων. Ὁ ἵππος ἔστι μὲν τῶν μωνύχων καὶ ἀμφοδόντων, πορεύεται δὲ κατὰ διάμετρον |χιάζων τοῖς σκέλεσι. (574) διοιχθεὶς δὲ πιμελὴν ἔχει ἀλλ’ οὐ στέαρ, πιμελῶδες δὲ καὶ τὸ ἐπίπλοον· χολὴν μὲν ἔχει, ἀλλὰ παρὰ τὸ ἔντερον κεχυμένη εὑρίσκεται αὕτη. (575) λέγονται δέ τινες ἵπποι καὶ ἡμίονοι ὀστέον ἔχειν ἐν τῇ καρδίᾳ νεανικόν. (576) σπλὴν βόειος, νεφροὶ ὑικοί. κύστις στερρά· κάτω δὲ ἡ μήτρα μεταξὺ ἀρχοῦ καὶ κύστεως· ἔχει δὲ· καὶ κοιλίαν ὁμοίαν τὰ δ’ αὐτὰ καὶ ὄνος καὶ ἡμίονος σπλάγχνα κέκτηνται.