Ancient Greek · ~5 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 565
Not analysed yet
(565) Λόγος που διαρρεῖ Τυρρηνὸς ὁ λέγων τοὺς ὗς τοὺς ἀγρίους καὶ τοὺς παρ’ αὐτοῖς ἐλάφους ὑπὸ δικτύων μὲν καὶ κυνῶν ἁλίσκεσθαι, ἥπερ οὖν θήρας νόμος, συναγωνιζομένης δὲ αὐτοῖς τῆς μουσικῆς καὶ μᾶλλον. πῶς δέ, ἤδη λέγω. τὰ μὲν δίκτυα περιβάλλουσι καὶ τὰ λοιπὰ θήρατρα, ὅσα ἐλλοχᾷ τὰ ζῷα· ἕστηκε δὲ ἀνὴρ αὐλῶν τεχνίτης καὶ ὡς ὅτι μάλιστα τοῦ μέλους πειρᾶται ὑποχαλᾶν καὶ ὅτι ποτέ ἐστι τῆς μούσης σύντονον ἐᾷ, πᾶν δὲ ὅτι γλύκιστον αὐλῳδίας τοῦτο ἄδει· ἡσυχία τε καὶ ἠρεμία ῥᾳδίως διαπορθμεύει, καὶ εἰς τὰς ἄκρας καὶ εἰς τοὺς αὐλῶνας καὶ εἰς τὰ δάση καὶ εἰς ἁπάσας συνελόντι εἰπεῖν τὰς τῶν θηρίων κοίτας καὶ εὐνὰς τὸ μέλος εἰσρεῖ. καὶ τὰ μὲν πρῶτα παριόντος αὐτοῖς εἰς τὰ ὧτα τοῦ ἤχου ἐκπέπληγε, καὶ διὰ τὸ ἄηθες ὅπου καὶ δείματος ὑποπίμπλαται· εἶτα ἀκρατῶς καὶ ἀμάχως αὐτὰ ἡδονὴ τῆς μούσης περιλαμβάνει, καὶ κηλούμενα λήθην ἔχει καὶ ἐγγόνων καὶ οἰκιῶν καὶ χωρῶν. καίτοι φιλεῖ τὰ θηρία μὴ ἀπὸ τῶν συντρόφων χωρίων πλανᾶσθαι. τὰ δ’ οὖν Τυρρηνὰ κατ’ ὀλίγον ὥσπερ ὑπό τινος ἴυγγος ἀναπειθούσης ἕλκονται καὶ καταγοητεύσαντος τοῦ μέλους ἀφικνεῖται καὶ ἐμπίπτει ταῖς πάγαις τῇ μούσῃ κεχερωμένα.