Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 58-2
Not analysed yet
(58) Ὅτι τῶν ἀκριδοφάγων, φησίν, ἀστυγείτων χώρα πολλὴ καὶ νομὰς ἔχουσα ποικιλίᾳ διαφερούσας, ἔρημος δὲ τελείως καὶ πᾶσι τοῖς περιοίκοις ἄβατος, οὐκ ἀπ’ ἀρχῆς σπανίσασα ἀνθρωπίνου γένους, ἀλλ’ ὑπὸ πλήθους σκορπίων καὶ φαλαγγίων, ἃς τετραγνάθους ὀνομάζουσιν ἔνιοι. τοῦτο γὰρ τὸ φῦλον ἔκ τινος ἐπομβρίας λέγουσιν ἐπιπολάσαι, καὶ τῶν ἐνοικούντων πρὸς τὸ κακὸν ἀντισχεῖν οὐ δυναμένων, ἀλλὰ φυγῇ τῶν ἐκπεσόντων τοῦ ὀλέθρου τὴν σωτηρίαν ἀντὶ τῆς πατρίδος ἑλομένων, ἔρημον ἐξ ἐκείνου γένους ἀνφονται αρώπων τὴν χώραν ἀπολειφθῆναι. καὶ μυῶν πλῆθος ἀρουραίων, ὡς τοῖς περὶ Ἰταλίαν, καὶ στρουθοὶ τὰ σπέρματα κατεσθίοντες, ὡς περὶ Μηδίαν, καὶ βάτραχοι, ὃ γέγονε περὶ τοὺς Αὐταριάτας, καὶ ὑπὸ λεόντων ἐπιπολασάνὅτι] των πόλεις μετανέστησαν, ὡς ἐπὶ Λιβύης, καὶ πολλὰ ἄλα ἀνέλπιστα πάθη καταλαβόντα πολλὰς χώρας τῶν οἰκητόρων ἐξηρήμωσαν.