Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 59-2
Not analysed yet
(59) Ὅτι ὕστατοι, φησί, τῶν πρὸς μεσημβρίαν οἰκούντων εἰσὶν οὕς Ἕλληνες μὲν Κυναμολγοὺς καλοῦσιν, οἱ δὲ ἀστυγείτονες, ὡς ἄν τις εἴπῃ, Ἀγριοβαρβάρους. οὗτοι κομῆται μέν εἰσι καὶ πώγωνας φέρουσιν ἐξαισίους, κύνας δὲ τρέφουσι πολλοὺς καὶ μεγάλους, ὁμοίως τοῖς Ὑρκανοῖς, καὶ τοὺς ἐπιφοιτῶντας αὐτῶν τῇ χώρᾳ ἰνδικοὺς βόας |δι’ αὐτῶν θηρῶσι, πλῆθος ἐπιφαινομένους ἀμύθητον ἀπὸ τροπῶν χειμερινῶν ἕως μέσου χειμπωνος· εἶτα καὶ τὰς τῶν κυνῶν θηλείας ἀμέλγοντες τῷ γάλακτι τρέφονται, καὶ ἐξ ἄλλων δὲ θήρας ζῴων. καὶ τὰ μὲν τελευταῖα τῶν πρὸς μεσημβρίαν τοιαῦτα.