Ancient Greek · ~6 min
6 to 13
Aristophanes of Byzantium, Historiae Animalium Epitome 6-13
Not analysed yet
(6) ὅθεν ἐγὼ τὸ μὲν εἰς τὰ γινωσκόμενα πᾶσι μόρια τῶν ἀνθρώπων διαιρεῖν καὶ τὸ ὅμοιον Ἀριστοτέλει ποιεῖν περισσὸν ἥγημαι· τὰ δὲ ἰδίως συμβεβηκότα τῷ ἀνθρώπῳ καὶ τὰ ἄλλα ὅσα ἱστορίας ἄξιά ἐστιν, ἐκπίπτει δὲ τοὺς πολλούς, ὑποδεικνύειν πειράσομαι. (7) Ἔστιν οὖν ὁ ἄνθρωπος ἀμφόδους, πολυσχιδὴς καὶ μόνος τῶν διπόδων ζῳοτοκῶν. (8) ἔχει δὲ ὁ μὲν ἄρρην ἐπὶ τοῦ κρανίου ῥαφὰς τρεῖς συναπτούσαις ἀλλήλαις, τριγωνοειδεῖς, ἡ δὲ θήλεια κύκλῳ μόνον τοῦ κρανίου τὴν ῥαφήν, ᾧ καὶ γινώσκεται τὸ θῆλυ. ἤδη μὲν οὖν ὤφθη ἀνδρὸς κεφαλὴ μὴ ἔχουσα ῥαφήν. (9) σπονδύλους δὲ ἔχει τοὺς πάντας εἰκοσιεννέα, ὧν ὁ μὲν τράχηλος ἐκ τεσσάρων συνέστηκε, ἡ δὲ ῥάχις ἐξ εἴκοσιν, ἡ δὲ ὀσφὺς ἐκ πέντε. (10) πλευρὰς δὲ ἔχει δεκαέξ, ἑκατέρου μέρους ὀκτὼ σὺν ταῖς λεγομέναις νόθαις πλευραῖς. (11) ὀδόντας δὲ ἔχει τοὺς πάντας τριακονταδύο, ὧν δεκαὲξ ἄνα καὶ ἴσοι κάτω· οἱ δὲ αὐτοὺς ἀραιοὺς ἔχοντες ὀλιγοχρόνιοι, φησί. (12) Διοιχθεὶς δὲ ἐγκέφαλον ἔχει ὑγρότερον καὶ μείζονα τῶν καθ᾿ ἑαυτὸν ζῴων. περὶ δὲ τοῦτον ὑμήν ἐστι δερματικὸς ὃς καλεῖται μῆνιγξ. ἔχει δὲ τὴν λεγομένην παρεγκεφαλίδα μόνος ὁ ἄνθρωπος, ἥτις ἐσχάτη τοῦ ἐγκεφάλου κεῖται, μέρος αὐτοῦ οὖσα. ἔστι δὲ ὁ ἐγκέφαλος ἄναιμος καὶ θιγγανόμενος τοῦ ἀνθρώπου ζῶντος ψυχρός. (13) γλῶττα σὰρξ μανή, ἧς τὸ ἄκρον αἰσθητικώτερον τοῦ μέσου· εἶτα ἡ ἐπιλεγομένη ἐπιγλωττίς· προσπέφυκε δὲ ταύτῃ ὁ λεγόμενος οἰσοφάγος. εἰλήφει δ᾿ οὗτος τὴν ὁμωνυμίαν ἀπὸ τοῦ περὶ αὐτὸν μήκους καὶ τῆς στενότητος.