Ancient Greek · ~2 min
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 60
Not analysed yet
(60) οὐχ ὅλον ἀφ’ ὅλου εὔλογον φέρεσθαι. ἐχρῆν γάρ, εἴπερ ἧν ἀφ’ ὅλου ἡ φορά, μὴ ἀθρόαν τὴν ἡδονὴν παρακολουθεῖν ἡμῖν, ἀλλὰ κατὰ μέρος ὡς καὶ συνέρρει· ἀπὸ γάρ τινος πρώτου καὶ δευτέρου φιλεῖ φέρεσθαι, ἡμῖν δὲ ἄδηλον γίνεται διὰ τὴν ταχύτητα. καὶ ἔτι, εἴ τι, φασίν, ἐκ διεστώτων ἡμῖν μερῶν ἐνεχθήσεται ἢ ἐκ συνεχῶν· καὶ εἰ μὲν ἐκ διεστώτων ἐνεχθήσεται, πῶς ζήσεται μὴ συνεχὲς ὄν; εἰ δὲ συνεχὲς ἔξεισι, ζῷον ἂν ἧν τὸ φερόμενον μικρόν, οὗ μὴ γενομένου οὐκ ἂν λέγοιμεν ἀφ’ ὅλου φέρεσθαι τὸ σπέρμα.