Ancient Greek
61 to 63
Aristophanes of Byzantium, Historiae Animalium Epitome 61-2-63
Not analysed yet
(61) Ἀνθρώπου μόνου καὶ κυνὸς κορεσθέντων ἡ τροφὴ ἀναπλεῖ. καὶ τοῦ μὲν ἀνθρώπου ἡ καρδία τῷ μαζῷ τῷ λαιῷ προσήρτηται, τοῖς γε μὴν ἄλλοις ζῴοις ἐν μέσῳ τῷ στήθει προσπέπλασται. (62) Γαμφώνυχον δὲ ἄρα οὐδὲ ἐν οὔτε πίνει οὔτε οὐρεῖ οὔτε συναγελάζεται ἑτέροις. (63) Ἀνθρώπου δὲ ἀσίτου τὸ δῆγμα χαλεπὸν καὶ δυσίατον. λέγονται δὲ οἱ Σκύθαι πρὸς τῷ τοξικῷ ᾧ τοὺς ὁϊστοὺς χρίουσι καὶ ἀνθρώπειον ἰχῶρα ἀναμιγνύναι φαρμάσσοντες, ἐπιπολάζοντά πως αἵματι, ὅν περ ἴσασιν ἀπόκριμα αὐτοῖς. τεκμηριῶσαι τοῦτο καὶ Θεόφραστος ἱκανός.