Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 60-2
Not analysed yet
(60) Τοῖς Τρωγλοδύταις δὲ τὸ μὲν γένος τῆς συστάσεως τυραννίς, αἱ δὲ γυναῖκες κοιναὶ καὶ οἱ παῖδες· μόνῃ δὲ οὐκ ἔξεστι πλησιάσαι τῇ τοῦ τυράννου, τῷ δὲ τολμήσαντι πρόβατον καταθέσθαι τὸ ἐπιτίμιον δίδοται. ἡ δὲ ἀναστροφὴ αὐτῶν· τὸν μὲν παῤ αὐτοῖς χειμῶνα (ἔστι δὲ οὖτος ὑπὸ τοὺς ἐτησίας) πᾶσαν αὐτῶν τοῦ θεοῦ τὴν χώραν ὕδασι λάβροις ἐπέχοντος, ἀφ’ αἵματος καὶ γάλακτος ζῶσιν, εἰς ταὐτὸ μίξαντες καὶ κυλίσαντες ἐν ἀγγείοις εἰκῇ πεπυρωμένοις. ἐπὰν δὲ ἐπιστῇ τὸ θέρος, ἐν τοῖς τελματώδεσιν ἀναστρέφονται χωρίοις, μαχόμενοι πρὸς ἀλλήλους περὶ τοῦ χιλώματος καὶ τὰ πρεσβύτερα τῶν βοσκημάτων καὶ νοσοῦντα δαπανῶσι, διὰ τῶν μαγείρων ταῦτα κτείνοντες οὓς καλοῦσιν Ἀκαθάρτους. οὗτοι ἀνθρώπων μὲν οὐδενὶ περιτιθέασι τὴν τῶν γονέων κλῆσιν, ταύρῳ δὲ καὶ βοΐ, τὸν μὲν πατέρα καλοῦντες, τὴν δὲ μητέρα, ὡσαύτως κριῷ τε καὶ προβάτῳ διὰ τὸ λαμβάνειν τὴν τροφὴν τὴν καθ’ ἡμέραν οὐ παρὰ τῶν τοκέων, ἀλλὰ παῤ ἐκείνων. οὗτοι καὶ ποτῷ ὁ μὲν πολὺς ὄχλος ἀποβρέγματι παλιούρου χρῶνται, οἱ δὲ τύραννοι ἀπό τινος ἄνθους σκευασθέντος πίνουσι, παραπλησίου μοχθηρῷ γλυκεῖ. γυμνοὶ δὲ τῷ ἄλλῳ σώματι τυγχάνοντες, τὰ ἰσχία δέρμασίν εἰσι διεζωσμένοι. τὰ δὲ αἰδοῖα τοῖς μὲν ἄλλοις Τρωγλοδύταις ἐστὶν εἰθισμένον περιτέμνεσθαι ὁμοίως τοῖς Αἰγυπτίοις· τοὺς δὲ ὑπὸ τῶν Ἑλλήνων καλουμένους Κολοβοὺς πᾶν τὸ τοῖς λοιποῖς μέρος περιτομῆς τυγχάνον ξυροῖς ἀφαιρεῖν ἐστιν ἔθος νηπίων ὄντων, ἐξ οὖ καὶ τὴν εἰρημένην κλῆσιν ἑαυτοῖς περιπεποίηνται.